Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.253 Joseph. AJ 20.259 (English) >>Joseph. AJ 20.264

20.257καὶ τί δεῖ πλείω λέγειν; τὸν γὰρ πρὸς Ῥωμαίους πόλεμον καταναγκάσας ἡμᾶς ἄρασθαι Φλῶρος ἦν κρεῖττον ἡγουμένους ἀθρόως κατʼ ὀλίγον ἀπολέσθαι. καὶ δὴ τὴν ἀρχὴν ἔλαβεν πόλεμος δευτέρῳ μὲν ἔτει τῆς ἐπιτροπῆς Φλώρου, δωδεκάτῳ δὲ τῆς Νέρωνος ἀρχῆς. 20.258ἀλλʼ ὅσα μὲν δρᾶν ἠναγκάσθημεν παθεῖν ὑπεμείναμεν, ἀκριβῶς γνῶναι πάρεστιν τοῖς βουλομένοις ἐντυχεῖν ταῖς ὑπʼ ἐμοῦ περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις γεγραμμέναις. 20.259

Παύσεται δʼ ἐνταῦθά μοι τὰ τῆς ἀρχαιολογίας μεθʼ ἣν καὶ τὸν πόλεμον ἠρξάμην γράφειν. περιέχει δʼ αὕτη τὴν ἀπὸ πρώτης γενέσεως ἀνθρώπου παράδοσιν μέχρι ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας τῶν ἡμῖν συμβεβηκότων τοῖς Ἰουδαίοις κατά τε τὴν Αἴγυπτον καὶ Συρίαν καὶ Παλαιστίνην, 20.260ὅσα τε πεπόνθαμεν ὑπὸ Ἀσσυρίων τε καὶ Βαβυλωνίων, τίνα τε Πέρσαι καὶ Μακεδόνες διατεθείκασιν ἡμᾶς, καὶ μετʼ ἐκείνους Ῥωμαῖοι· πάντα γὰρ οἶμαι μετʼ ἀκριβείας συντεταχέναι. 20.261τηρῆσαι δὲ πεπείραμαι καὶ τὴν τῶν ἀρχιερέων ἀναγραφὴν τῶν ἐν δισχιλίοις ἔτεσι γενομένων. ἀπλανῆ δὲ πεποίημαι καὶ τὴν περὶ τοὺς βασιλεῖς διαδοχὴν τὰς πράξεις αὐτῶν καὶ τὰς πολιτείας ἀπαγγέλλων μοναρχῶν τε δυναστείας, ὡς αἱ ἱεραὶ βίβλοι περὶ πάντων ἔχουσι τὴν ἀναγραφήν· τοῦτο γὰρ ποιήσειν ἐν ἀρχῇ τῆς ἱστορίας ἐπηγγειλάμην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.253 Joseph. AJ 20.259 (English) >>Joseph. AJ 20.264

Powered by PhiloLogic